Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 86 :: Septuagint (LXX)

Psa 86:1(LXX 85:1) προσευχὴ τῷ Δαυιδ κλῖνον κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ
Psa 86:2(LXX 85:2) φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ
Psa 86:3(LXX 85:3) ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
Psa 86:4(LXX 85:4) εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου
Psa 86:5(LXX 85:5) ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε
Psa 86:6(LXX 85:6) ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
Psa 86:7(LXX 85:7) ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου
Psa 86:8(LXX 85:8) οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου
Psa 86:9(LXX 85:9) πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
Psa 86:10(LXX 85:10) ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια σὺ εἶ θεὸς μόνος μέγας
Psa 86:11(LXX 85:11) ὁδήγησόν με κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου εὐφρανθήτω καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου
Psa 86:12(LXX 85:12) ἐξομολογήσομαί σοι κύριε θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
Psa 86:13(LXX 85:13) ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου
Psa 86:14(LXX 85:14) θεός παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν
Psa 86:15(LXX 85:15) καὶ σύ κύριε θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός
Psa 86:16(LXX 85:16) ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
Psa 86:17(LXX 85:17) ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 86 — Additional Translations: