Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 85 :: Septuagint (LXX)

Psa 85:1(LXX 84:1) εἰς τὸ τέλος τοῖς υἱοῖς Κορε ψαλμός (84:2) εὐδόκησας κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ
Psa 85:2(LXX 84:3) ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν διάψαλμα
Psa 85:3(LXX 84:4) κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου
Psa 85:4(LXX 84:5) ἐπίστρεψον ἡμᾶς θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾽ ἡμῶν
Psa 85:5(LXX 84:6) μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
Psa 85:6(LXX 84:7) θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ λαός σου εὐφρανθήσεται ἐπὶ σοί
Psa 85:7(LXX 84:8) δεῖξον ἡμῖν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν
Psa 85:8(LXX 84:9) ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
Psa 85:9(LXX 84:10) πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν
Psa 85:10(LXX 84:11) ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν
Psa 85:11(LXX 84:12) ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν
Psa 85:12(LXX 84:13) καὶ γὰρ κύριος δώσει χρηστότητα καὶ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς
Psa 85:13(LXX 84:14) δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 85 — Additional Translations: