Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 84 :: Septuagint (LXX)

Psa 84:1(LXX 83:1) εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορε ψαλμός (83:2) ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων
Psa 84:2(LXX 83:3) ἐπιποθεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα
Psa 84:3(LXX 83:4) καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς τὰ θυσιαστήριά σου κύριε τῶν δυνάμεων βασιλεύς μου καὶ θεός μου
Psa 84:4(LXX 83:5) μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε διάψαλμα
Psa 84:5(LXX 83:6) μακάριος ἀνήρ οὗ ἐστιν ἀντίλημψις αὐτοῦ παρὰ σοῦ κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο
Psa 84:6(LXX 83:7) ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει νομοθετῶν
Psa 84:7(LXX 83:8) πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται θεὸς τῶν θεῶν ἐν Σιων
Psa 84:8(LXX 83:9) κύριε θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι θεὸς Ιακωβ διάψαλμα
Psa 84:9(LXX 83:10) ὑπερασπιστὰ ἡμῶν ἰδέ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου
Psa 84:10(LXX 83:11) ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν
Psa 84:11(LXX 83:12) ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ
Psa 84:12(LXX 83:13) κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ἐλπίζων ἐπὶ σέ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 84 — Additional Translations: