Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 77 :: Septuagint (LXX)

Psa 77:1(LXX 76:1) εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τῷ Ασαφ ψαλμός (76:2) φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι
Psa 77:2(LXX 76:3) ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθῆναι ψυχή μου
Psa 77:3(LXX 76:4) ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου διάψαλμα
Psa 77:4(LXX 76:5) προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα
Psa 77:5(LXX 76:6) διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα
Psa 77:6(LXX 76:7) νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου
Psa 77:7(LXX 76:8) μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι
Psa 77:8(LXX 76:9) εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν
Psa 77:9(LXX 76:10) ἐπιλήσεται τοῦ οἰκτιρῆσαι θεὸς συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ διάψαλμα
Psa 77:10(LXX 76:11) καὶ εἶπα νῦν ἠρξάμην αὕτη ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
Psa 77:11(LXX 76:12) ἐμνήσθην τῶν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
Psa 77:12(LXX 76:13) καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω
Psa 77:13(LXX 76:14) θεός ἐν τῷ ἁγίῳ ὁδός σου τίς θεὸς μέγας ὡς θεὸς ἡμῶν
Psa 77:14(LXX 76:15) σὺ εἶ θεὸς ποιῶν θαυμάσια ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου
Psa 77:15(LXX 76:16) ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα
Psa 77:16(LXX 76:17) εἴδοσάν σε ὕδατα θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλῆθος ἤχους ὑδάτων
Psa 77:17(LXX 76:18) φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται
Psa 77:18(LXX 76:19) φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ
Psa 77:19(LXX 76:20) ἐν τῇ θαλάσσῃ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται
Psa 77:20(LXX 76:21) ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).