Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 74 :: Septuagint (LXX)

Psa 74:1(LXX 73:1) συνέσεως τῷ Ασαφ ἵνα τί ἀπώσω θεός εἰς τέλος ὠργίσθη θυμός σου ἐπὶ πρόβατα νομῆς σου
Psa 74:2(LXX 73:2) μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων τοῦτο κατεσκήνωσας ἐν αὐτῷ
Psa 74:3(LXX 73:3) ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος ὅσα ἐπονηρεύσατο ἐχθρὸς ἐν τοῖς ἁγίοις σου
Psa 74:4(LXX 73:4) καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν
Psa 74:5(LXX 73:5) ὡς εἰς τὴν εἴσοδον ὑπεράνω
Psa 74:6(LXX 73:6) ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν
Psa 74:7(LXX 73:7) ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου
Psa 74:8(LXX 73:8) εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς
Psa 74:9(LXX 73:9) τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμᾶς οὐ γνώσεται ἔτι
Psa 74:10(LXX 73:10) ἕως πότε θεός ὀνειδιεῖ ἐχθρός παροξυνεῖ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος
Psa 74:11(LXX 73:11) ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος
Psa 74:12(LXX 73:12) δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς
Psa 74:13(LXX 73:13) σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος
Psa 74:14(LXX 73:14) σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν
Psa 74:15(LXX 73:15) σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς Ηθαμ
Psa 74:16(LXX 73:16) σή ἐστιν ἡμέρα καὶ σή ἐστιν νύξ σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον
Psa 74:17(LXX 73:17) σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά
Psa 74:18(LXX 73:18) μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου
Psa 74:19(LXX 73:19) μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος
Psa 74:20(LXX 73:20) ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν
Psa 74:21(LXX 73:21) μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου
Psa 74:22(LXX 73:22) ἀνάστα θεός δίκασον τὴν δίκην σου μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν
Psa 74:23(LXX 73:23) μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 74 — Additional Translations: