Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 73 :: Septuagint (LXX)

Psa 73:1(LXX 72:1) ψαλμὸς τῷ Ασαφ ὡς ἀγαθὸς τῷ Ισραηλ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ
Psa 73:2(LXX 72:2) ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου
Psa 73:3(LXX 72:3) ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν
Psa 73:4(LXX 72:4) ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν
Psa 73:5(LXX 72:5) ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται
Psa 73:6(LXX 72:6) διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν
Psa 73:7(LXX 72:7) ἐξελεύσεται ὡς ἐκ στέατος ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας
Psa 73:8(LXX 72:8) διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν
Psa 73:9(LXX 72:9) ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς
Psa 73:10(LXX 72:10) διὰ τοῦτο ἐπιστρέψει λαός μου ἐνταῦθα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς
Psa 73:11(LXX 72:11) καὶ εἶπαν πῶς ἔγνω θεός καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ
Psa 73:12(LXX 72:12) ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται εἰς τὸν αἰῶνα κατέσχον πλούτου
Psa 73:13(LXX 72:13) καὶ εἶπα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου
Psa 73:14(LXX 72:14) καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ἔλεγχός μου εἰς τὰς πρωίας
Psa 73:15(LXX 72:15) εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα
Psa 73:16(LXX 72:16) καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο κόπος ἐστὶν ἐναντίον μου
Psa 73:17(LXX 72:17) ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν
Psa 73:18(LXX 72:18) πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι
Psa 73:19(LXX 72:19) πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν
Psa 73:20(LXX 72:20) ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις
Psa 73:21(LXX 72:21) ὅτι ἐξεκαύθη καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
Psa 73:22(LXX 72:22) καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί
Psa 73:23(LXX 72:23) καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου
Psa 73:24(LXX 72:24) ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με
Psa 73:25(LXX 72:25) τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς
Psa 73:26(LXX 72:26) ἐξέλιπεν καρδία μου καὶ σάρξ μου θεὸς τῆς καρδίας μου καὶ μερίς μου θεὸς εἰς τὸν αἰῶνα
Psa 73:27(LXX 72:27) ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ
Psa 73:28(LXX 72:28) ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 73 — Additional Translations: