Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 68 :: Septuagint (LXX)

Psa 68:1(LXX 67:1) εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμὸς ᾠδῆς (67:2) ἀναστήτω θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ
Psa 68:2(LXX 67:3) ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ
Psa 68:3(LXX 67:4) καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ
Psa 68:4(LXX 67:5) ᾄσατε τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ
Psa 68:5(LXX 67:6) τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ
Psa 68:6(LXX 67:7) θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις
Psa 68:7(LXX 67:8) θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα
Psa 68:8(LXX 67:9) γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ
Psa 68:9(LXX 67:10) βροχὴν ἑκούσιον ἀφοριεῖς θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν
Psa 68:10(LXX 67:11) τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ θεός
Psa 68:11(LXX 67:12) κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ
Psa 68:12(LXX 67:13) βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα
Psa 68:13(LXX 67:14) ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα
Psa 68:14(LXX 67:15) ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς χιονωθήσονται ἐν Σελμων
Psa 68:15(LXX 67:16) ὄρος τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον
Psa 68:16(LXX 67:17) ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος εὐδόκησεν θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ κύριος κατασκηνώσει εἰς τέλος
Psa 68:17(LXX 67:18) τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ
Psa 68:18(LXX 67:19) ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος θεὸς εὐλογητός
Psa 68:19(LXX 67:20) εὐλογητὸς κύριος ἡμέραν καθ᾽ ἡμέραν κατευοδώσει ἡμῖν θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα
Psa 68:20(LXX 67:21) θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου
Psa 68:21(LXX 67:22) πλὴν θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν
Psa 68:22(LXX 67:23) εἶπεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης
Psa 68:23(LXX 67:24) ὅπως ἂν βαφῇ πούς σου ἐν αἵματι γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ
Psa 68:24(LXX 67:25) ἐθεωρήθησαν αἱ πορεῖαί σου θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ
Psa 68:25(LXX 67:26) προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν
Psa 68:26(LXX 67:27) ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν Ισραηλ
Psa 68:27(LXX 67:28) ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι
Psa 68:28(LXX 67:29) ἔντειλαι θεός τῇ δυνάμει σου δυνάμωσον θεός τοῦτο κατειργάσω ἡμῖν
Psa 68:29(LXX 67:30) ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα
Psa 68:30(LXX 67:31) ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα
Psa 68:31(LXX 67:32) ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ
Psa 68:32(LXX 67:33) αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα
Psa 68:33(LXX 67:34) ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως
Psa 68:34(LXX 67:35) δότε δόξαν τῷ θεῷ ἐπὶ τὸν Ισραηλ μεγαλοπρέπεια αὐτοῦ καὶ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις
Psa 68:35(LXX 67:36) θαυμαστὸς θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς θεός
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 68 — Additional Translations: