Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 64 :: Septuagint (LXX)

Psa 64:1(LXX 63:1) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ (63:2) εἰσάκουσον θεός τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου
Psa 64:2(LXX 63:3) ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν
Psa 64:3(LXX 63:4) οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
Psa 64:4(LXX 63:5) τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται
Psa 64:5(LXX 63:6) ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν διηγήσαντο τοῦ κρύψαι παγίδας εἶπαν τίς ὄψεται αὐτούς
Psa 64:6(LXX 63:7) ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα
Psa 64:7(LXX 63:8) καὶ ὑψωθήσεται θεός βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν
Psa 64:8(LXX 63:9) καὶ ἐξησθένησαν ἐπ᾽ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς
Psa 64:9(LXX 63:10) καὶ ἐφοβήθη πᾶς ἄνθρωπος καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν
Psa 64:10(LXX 63:11) εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 64 — Additional Translations: