Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 62 :: Septuagint (LXX)

Psa 62:1(LXX 61:1) εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν ψαλμὸς τῷ Δαυιδ (61:2) οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου
Psa 62:2(LXX 61:3) καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον
Psa 62:3(LXX 61:4) ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ
Psa 62:4(LXX 61:5) πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο διάψαλμα
Psa 62:5(LXX 61:6) πλὴν τῷ θεῷ ὑποτάγηθι ψυχή μου ὅτι παρ᾽ αὐτοῦ ὑπομονή μου
Psa 62:6(LXX 61:7) ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω
Psa 62:7(LXX 61:8) ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ δόξα μου θεὸς τῆς βοηθείας μου καὶ ἐλπίς μου ἐπὶ τῷ θεῷ
Psa 62:8(LXX 61:9) ἐλπίσατε ἐπ᾽ αὐτόν πᾶσα συναγωγὴ λαοῦ ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν θεὸς βοηθὸς ἡμῶν διάψαλμα
Psa 62:9(LXX 61:10) πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό
Psa 62:10(LXX 61:11) μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν
Psa 62:11(LXX 61:12) ἅπαξ ἐλάλησεν θεός δύο ταῦτα ἤκουσα
Psa 62:12(LXX 61:13) ὅτι τὸ κράτος τοῦ θεοῦ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 62 — Additional Translations: