Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 59 :: Septuagint (LXX)

Psa 59:1(LXX 58:1) εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν (58:2) ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου θεός καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με
Psa 59:2(LXX 58:3) ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με
Psa 59:3(LXX 58:4) ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί οὔτε ἀνομία μου οὔτε ἁμαρτία μου κύριε
Psa 59:4(LXX 58:5) ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ
Psa 59:5(LXX 58:6) καὶ σύ κύριε θεὸς τῶν δυνάμεων θεὸς Ισραηλ πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα
Psa 59:6(LXX 58:7) ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
Psa 59:7(LXX 58:8) ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν ὅτι τίς ἤκουσεν
Psa 59:8(LXX 58:9) καὶ σύ κύριε ἐκγελάσῃ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη
Psa 59:9(LXX 58:10) τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ
Psa 59:10(LXX 58:11) θεός μου τὸ ἔλεος αὐτοῦ προφθάσει με θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου
Psa 59:11(LXX 58:12) μὴ ἀποκτείνῃς αὐτούς μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὑπερασπιστής μου κύριε
Psa 59:12(LXX 58:13) ἁμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
Psa 59:13(LXX 58:14) ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι θεὸς δεσπόζει τοῦ Ιακωβ τῶν περάτων τῆς γῆς διάψαλμα
Psa 59:14(LXX 58:15) ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
Psa 59:15(LXX 58:16) αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν ἐὰν δὲ μὴ χορτασθῶσιν καὶ γογγύσουσιν
Psa 59:16(LXX 58:17) ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου
Psa 59:17(LXX 58:18) βοηθός μου σοὶ ψαλῶ ὅτι θεός ἀντιλήμπτωρ μου εἶ θεός μου τὸ ἔλεός μου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 59 — Additional Translations: