Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 57 :: Septuagint (LXX)

Psa 57:1(LXX 56:1) εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον (56:2) ἐλέησόν με θεός ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἀνομία
Psa 57:2(LXX 56:3) κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον τὸν θεὸν τὸν εὐεργετήσαντά με
Psa 57:3(LXX 56:4) ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με διάψαλμα ἐξαπέστειλεν θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
Psa 57:4(LXX 56:5) καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη καὶ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα
Psa 57:5(LXX 56:6) ὑψώθητι ἐπὶ τοὺς οὐρανούς θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου
Psa 57:6(LXX 56:7) παγίδα ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν διάψαλμα
Psa 57:7(LXX 56:8) ἑτοίμη καρδία μου θεός ἑτοίμη καρδία μου ᾄσομαι καὶ ψαλῶ
Psa 57:8(LXX 56:9) ἐξεγέρθητι δόξα μου ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
Psa 57:9(LXX 56:10) ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε ψαλῶ σοι ἐν ἔθνεσιν
Psa 57:10(LXX 56:11) ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου
Psa 57:11(LXX 56:12) ὑψώθητι ἐπὶ τοὺς οὐρανούς θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 57 — Additional Translations: