Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 52 :: Septuagint (LXX)

Psa 52:1(LXX 51:1) εἰς τὸ τέλος συνέσεως τῷ Δαυιδ (51:2) ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ (51:3) τί ἐγκαυχᾷ ἐν κακίᾳ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν
Psa 52:2(LXX 51:4) ἀδικίαν ἐλογίσατο γλῶσσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον
Psa 52:3(LXX 51:5) ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα
Psa 52:4(LXX 51:6) ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν
Psa 52:5(LXX 51:7) διὰ τοῦτο θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων διάψαλμα
Psa 52:6(LXX 51:8) καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ᾽ αὐτὸν γελάσονται καὶ ἐροῦσιν
Psa 52:7(LXX 51:9) ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ
Psa 52:8(LXX 51:10) ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Psa 52:9(LXX 51:11) ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα ὅτι ἐποίησας καὶ ὑπομενῶ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 52 — Additional Translations: