Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 50 :: Septuagint (LXX)

Psa 50:1(LXX 49:1) ψαλμὸς τῷ Ασαφ θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν
Psa 50:2(LXX 49:2) ἐκ Σιων εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ θεὸς ἐμφανῶς ἥξει
Psa 50:3(LXX 49:3) θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα
Psa 50:4(LXX 49:4) προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ
Psa 50:5(LXX 49:5) συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις
Psa 50:6(LXX 49:6) καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ ὅτι θεὸς κριτής ἐστιν διάψαλμα
Psa 50:7(LXX 49:7) ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι θεὸς θεός σού εἰμι ἐγώ
Psa 50:8(LXX 49:8) οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός
Psa 50:9(LXX 49:9) οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους
Psa 50:10(LXX 49:10) ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες
Psa 50:11(LXX 49:11) ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν
Psa 50:12(LXX 49:12) ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς
Psa 50:13(LXX 49:13) μὴ φάγομαι κρέα ταύρων αἷμα τράγων πίομαι
Psa 50:14(LXX 49:14) θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου
Psa 50:15(LXX 49:15) καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με διάψαλμα
Psa 50:16(LXX 49:16) τῷ δὲ ἁμαρτωλῷ εἶπεν θεός ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου
Psa 50:17(LXX 49:17) σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω
Psa 50:18(LXX 49:18) εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
Psa 50:19(LXX 49:19) τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ γλῶσσά σου περιέπλεκεν δολιότητα
Psa 50:20(LXX 49:20) καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
Psa 50:21(LXX 49:21) ταῦτα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου
Psa 50:22(LXX 49:22) σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ μήποτε ἁρπάσῃ καὶ μὴ ῥυόμενος
Psa 50:23(LXX 49:23) θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 50 — Additional Translations: