Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 47 :: Septuagint (LXX)

Psa 47:1(LXX 46:1) εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός (46:2) πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Psa 47:2(LXX 46:3) ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν
Psa 47:3(LXX 46:4) ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν
Psa 47:4(LXX 46:5) ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα
Psa 47:5(LXX 46:6) ἀνέβη θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνῇ σάλπιγγος
Psa 47:6(LXX 46:7) ψάλατε τῷ θεῷ ἡμῶν ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν ψάλατε
Psa 47:7(LXX 46:8) ὅτι βασιλεὺς πάσης τῆς γῆς θεός ψάλατε συνετῶς
Psa 47:8(LXX 46:9) ἐβασίλευσεν θεὸς ἐπὶ τὰ ἔθνη θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ
Psa 47:9(LXX 46:10) ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 47 — Additional Translations: