Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 46 :: Septuagint (LXX)

Psa 46:1(LXX 45:1) εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ὑπὲρ τῶν κρυφίων ψαλμός (45:2) θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα
Psa 46:2(LXX 45:3) διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν
Psa 46:3(LXX 45:4) ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ διάψαλμα
Psa 46:4(LXX 45:5) τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὕψιστος
Psa 46:5(LXX 45:6) θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται βοηθήσει αὐτῇ θεὸς τὸ πρὸς πρωί
Psa 46:6(LXX 45:7) ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλεῖαι ἔδωκεν φωνὴν αὐτοῦ ἐσαλεύθη γῆ
Psa 46:7(LXX 45:8) κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν θεὸς Ιακωβ διάψαλμα
Psa 46:8(LXX 45:9) δεῦτε ἴδετε τὰ ἔργα κυρίου ἔθετο τέρατα ἐπὶ τῆς γῆς
Psa 46:9(LXX 45:10) ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
Psa 46:10(LXX 45:11) σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ
Psa 46:11(LXX 45:12) κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν θεὸς Ιακωβ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 46 — Additional Translations: