Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 42 :: Septuagint (LXX)

Psa 42:1(LXX 41:1) εἰς τὸ τέλος εἰς σύνεσιν τοῖς υἱοῖς Κορε (41:2) ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σέ θεός
Psa 42:2(LXX 41:3) ἐδίψησεν ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ
Psa 42:3(LXX 41:4) ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ᾽ ἑκάστην ἡμέραν ποῦ ἐστιν θεός σου
Psa 42:4(LXX 41:5) ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος
Psa 42:5(LXX 41:6) ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου θεός μου
Psa 42:6(LXX 41:7) πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχθη διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ ἀπὸ ὄρους μικροῦ
Psa 42:7(LXX 41:8) ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον
Psa 42:8(LXX 41:9) ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ καὶ νυκτὸς ᾠδὴ παρ᾽ ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου
Psa 42:9(LXX 41:10) ἐρῶ τῷ θεῷ ἀντιλήμπτωρ μου εἶ διὰ τί μου ἐπελάθου ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
Psa 42:10(LXX 41:11) ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τῷ λέγειν αὐτούς μοι καθ᾽ ἑκάστην ἡμέραν ποῦ ἐστιν θεός σου
Psa 42:11(LXX 41:12) ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτηρία τοῦ προσώπου μου θεός μου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 42 — Additional Translations: