Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 41 :: Septuagint (LXX)

Psa 41:1(LXX 40:1) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ (40:2) μακάριος συνίων ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν κύριος
Psa 41:2(LXX 40:3) κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ
Psa 41:3(LXX 40:4) κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ
Psa 41:4(LXX 40:5) ἐγὼ εἶπα κύριε ἐλέησόν με ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
Psa 41:5(LXX 40:6) οἱ ἐχθροί μου εἶπαν κακά μοι πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ
Psa 41:6(LXX 40:7) καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν μάτην ἐλάλει καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
Psa 41:7(LXX 40:8) ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ᾽ ἐμοῦ ἐλογίζοντο κακά μοι
Psa 41:8(LXX 40:9) λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ μὴ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
Psa 41:9(LXX 40:10) καὶ γὰρ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ᾽ ὃν ἤλπισα ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν
Psa 41:10(LXX 40:11) σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοῖς
Psa 41:11(LXX 40:12) ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρῇ ἐχθρός μου ἐπ᾽ ἐμέ
Psa 41:12(LXX 40:13) ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα
Psa 41:13(LXX 40:14) εὐλογητὸς κύριος θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα γένοιτο γένοιτο
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 41 — Additional Translations: