Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 38 :: Septuagint (LXX)

Psa 38:1(LXX 37:1) ψαλμὸς τῷ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου (37:2) κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
Psa 38:2(LXX 37:3) ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου
Psa 38:3(LXX 37:4) οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
Psa 38:4(LXX 37:5) ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ
Psa 38:5(LXX 37:6) προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
Psa 38:6(LXX 37:7) ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
Psa 38:7(LXX 37:8) ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
Psa 38:8(LXX 37:9) ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου
Psa 38:9(LXX 37:10) κύριε ἐναντίον σου πᾶσα ἐπιθυμία μου καὶ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη
Psa 38:10(LXX 37:11) καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ᾽ ἐμοῦ
Psa 38:11(LXX 37:12) οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
Psa 38:12(LXX 37:13) καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
Psa 38:13(LXX 37:14) ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
Psa 38:14(LXX 37:15) καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς
Psa 38:15(LXX 37:16) ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούσῃ κύριε θεός μου
Psa 38:16(LXX 37:17) ὅτι εἶπα μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησαν
Psa 38:17(LXX 37:18) ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός
Psa 38:18(LXX 37:19) ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
Psa 38:19(LXX 37:20) οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
Psa 38:20(LXX 37:21) οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον
Psa 38:21(LXX 37:22) μὴ ἐγκαταλίπῃς με κύριε θεός μου μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ
Psa 38:22(LXX 37:23) πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 38 — Additional Translations: