Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 34 :: Septuagint (LXX)

Psa 34:1(LXX 33:1) τῷ Δαυιδ ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ καὶ ἀπέλυσεν αὐτόν καὶ ἀπῆλθεν (33:2) εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου
Psa 34:2(LXX 33:3) ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ψυχή μου ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν
Psa 34:3(LXX 33:4) μεγαλύνατε τὸν κύριον σὺν ἐμοί καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό
Psa 34:4(LXX 33:5) ἐξεζήτησα τὸν κύριον καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με
Psa 34:5(LXX 33:6) προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ
Psa 34:6(LXX 33:7) οὗτος πτωχὸς ἐκέκραξεν καὶ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν
Psa 34:7(LXX 33:8) παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς
Psa 34:8(LXX 33:9) γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς κύριος μακάριος ἀνήρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν
Psa 34:9(LXX 33:10) φοβήθητε τὸν κύριον οἱ ἅγιοι αὐτοῦ ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν
Psa 34:10(LXX 33:11) πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ διάψαλμα
Psa 34:11(LXX 33:12) δεῦτε τέκνα ἀκούσατέ μου φόβον κυρίου διδάξω ὑμᾶς
Psa 34:12(LXX 33:13) τίς ἐστιν ἄνθρωπος θέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς
Psa 34:13(LXX 33:14) παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον
Psa 34:14(LXX 33:15) ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν
Psa 34:15(LXX 33:16) ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν
Psa 34:16(LXX 33:17) πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν
Psa 34:17(LXX 33:18) ἐκέκραξαν οἱ δίκαιοι καὶ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς
Psa 34:18(LXX 33:19) ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει
Psa 34:19(LXX 33:20) πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς
Psa 34:20(LXX 33:21) κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται
Psa 34:21(LXX 33:22) θάνατος ἁμαρτωλῶν πονηρός καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν
Psa 34:22(LXX 33:23) λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτόν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Translations available: King James Version, New King James Version, New Living Translation, New International Version, English Standard Version, Christian Standard Bible, New American Standard Bible 2020, New American Standard Bible 1995, Legacy Standard Bible 2021, New English Translation, Revised Standard Version, American Standard Version, Young's Literal Translation, Darby Translation, Webster's Bible, Hebrew Names Version, Reina-Valera 1960, Latin Vulgate, Westminster Leningrad Codex, Septuagint, Morphological Greek New Testament, and Textus Receptus.