Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 33 :: Septuagint (LXX)

Psa 33:1(LXX 32:1) τῷ Δαυιδ ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις
Psa 33:2(LXX 32:2) ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ
Psa 33:3(LXX 32:3) ᾄσατε αὐτῷ ᾆσμα καινόν καλῶς ψάλατε ἐν ἀλαλαγμῷ
Psa 33:4(LXX 32:4) ὅτι εὐθὴς λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει
Psa 33:5(LXX 32:5) ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν τοῦ ἐλέους κυρίου πλήρης γῆ
Psa 33:6(LXX 32:6) τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν
Psa 33:7(LXX 32:7) συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης τιθεὶς ἐν θησαυροῖς ἀβύσσους
Psa 33:8(LXX 32:8) φοβηθήτω τὸν κύριον πᾶσα γῆ ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην
Psa 33:9(LXX 32:9) ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
Psa 33:10(LXX 32:10) κύριος διασκεδάζει βουλὰς ἐθνῶν ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων
Psa 33:11(LXX 32:11) δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
Psa 33:12(LXX 32:12) μακάριον τὸ ἔθνος οὗ ἐστιν κύριος θεὸς αὐτοῦ λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ
Psa 33:13(LXX 32:13) ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων
Psa 33:14(LXX 32:14) ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
Psa 33:15(LXX 32:15) πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν
Psa 33:16(LXX 32:16) οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ
Psa 33:17(LXX 32:17) ψευδὴς ἵππος εἰς σωτηρίαν ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται
Psa 33:18(LXX 32:18) ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ
Psa 33:19(LXX 32:19) ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ
Psa 33:20(LXX 32:20) ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν
Psa 33:21(LXX 32:21) ὅτι ἐν αὐτῷ εὐφρανθήσεται καρδία ἡμῶν καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν
Psa 33:22(LXX 32:22) γένοιτο τὸ ἔλεός σου κύριε ἐφ᾽ ἡμᾶς καθάπερ ἠλπίσαμεν ἐπὶ σέ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 33 — Additional Translations: