Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 25 :: Septuagint (LXX)

Psa 25:1(LXX 24:1) ψαλμὸς τῷ Δαυιδ πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου θεός μου
Psa 25:2(LXX 24:2) ἐπὶ σοὶ πέποιθα μὴ καταισχυνθείην μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου
Psa 25:3(LXX 24:3) καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς
Psa 25:4(LXX 24:4) τὰς ὁδούς σου κύριε γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με
Psa 25:5(LXX 24:5) ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με ὅτι σὺ εἶ θεὸς σωτήρ μου καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν
Psa 25:6(LXX 24:6) μνήσθητι τῶν οἰκτιρμῶν σου κύριε καὶ τὰ ἐλέη σου ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν
Psa 25:7(LXX 24:7) ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου κύριε
Psa 25:8(LXX 24:8) χρηστὸς καὶ εὐθὴς κύριος διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ
Psa 25:9(LXX 24:9) ὁδηγήσει πραεῖς ἐν κρίσει διδάξει πραεῖς ὁδοὺς αὐτοῦ
Psa 25:10(LXX 24:10) πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ
Psa 25:11(LXX 24:11) ἕνεκα τοῦ ὀνόματός σου κύριε καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου πολλὴ γάρ ἐστιν
Psa 25:12(LXX 24:12) τίς ἐστιν ἄνθρωπος φοβούμενος τὸν κύριον νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾑρετίσατο
Psa 25:13(LXX 24:13) ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν
Psa 25:14(LXX 24:14) κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν καὶ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς
Psa 25:15(LXX 24:15) οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου
Psa 25:16(LXX 24:16) ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ
Psa 25:17(LXX 24:17) αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με
Psa 25:18(LXX 24:18) ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου
Psa 25:19(LXX 24:19) ἰδὲ τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με
Psa 25:20(LXX 24:20) φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ
Psa 25:21(LXX 24:21) ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι ὅτι ὑπέμεινά σε κύριε
Psa 25:22(LXX 24:22) λύτρωσαι θεός τὸν Ισραηλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 25 — Additional Translations: