Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 24 :: Septuagint (LXX)

Psa 24:1(LXX 23:1) ψαλμὸς τῷ Δαυιδ τῆς μιᾶς σαββάτων τοῦ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
Psa 24:2(LXX 23:2) αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν
Psa 24:3(LXX 23:3) τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ
Psa 24:4(LXX 23:4) ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ
Psa 24:5(LXX 23:5) οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ
Psa 24:6(LXX 23:6) αὕτη γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ διάψαλμα
Psa 24:7(LXX 23:7) ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης
Psa 24:8(LXX 23:8) τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης κύριος κραταιὸς καὶ δυνατός κύριος δυνατὸς ἐν πολέμῳ
Psa 24:9(LXX 23:9) ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης
Psa 24:10(LXX 23:10) τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης κύριος τῶν δυνάμεων αὐτός ἐστιν βασιλεὺς τῆς δόξης
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 24 — Additional Translations: