Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 19 :: Septuagint (LXX)

Psa 19:1(LXX 18:1) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ (18:2) οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Psa 19:2(LXX 18:3) ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν
Psa 19:3(LXX 18:4) οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν
Psa 19:4(LXX 18:5) εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ
Psa 19:5(LXX 18:6) καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ
Psa 19:6(LXX 18:7) ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ
Psa 19:7(LXX 18:8) νόμος τοῦ κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς μαρτυρία κυρίου πιστή σοφίζουσα νήπια
Psa 19:8(LXX 18:9) τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς
Psa 19:9(LXX 18:10) φόβος κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος τὰ κρίματα κυρίου ἀληθινά δεδικαιωμένα ἐπὶ τὸ αὐτό
Psa 19:10(LXX 18:11) ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον
Psa 19:11(LXX 18:12) καὶ γὰρ δοῦλός σου φυλάσσει αὐτά ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή
Psa 19:12(LXX 18:13) παραπτώματα τίς συνήσει ἐκ τῶν κρυφίων μου καθάρισόν με
Psa 19:13(LXX 18:14) καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου ἐὰν μή μου κατακυριεύσωσιν τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης
Psa 19:14(LXX 18:15) καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός κύριε βοηθέ μου καὶ λυτρωτά μου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 19 — Additional Translations: