Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 16 :: Septuagint (LXX)

Psa 16:1(LXX 15:1) στηλογραφία τῷ Δαυιδ φύλαξόν με κύριε ὅτι ἐπὶ σοὶ ἤλπισα
Psa 16:2(LXX 15:2) εἶπα τῷ κυρίῳ κύριός μου εἶ σύ ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις
Psa 16:3(LXX 15:3) τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς
Psa 16:4(LXX 15:4) ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν μετὰ ταῦτα ἐτάχυναν οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου
Psa 16:5(LXX 15:5) κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί
Psa 16:6(LXX 15:6) σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ κληρονομία μου κρατίστη μοί ἐστιν
Psa 16:7(LXX 15:7) εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου
Psa 16:8(LXX 15:8) προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
Psa 16:9(LXX 15:9) διὰ τοῦτο ηὐφράνθη καρδία μου καὶ ἠγαλλιάσατο γλῶσσά μου ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι
Psa 16:10(LXX 15:10) ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
Psa 16:11(LXX 15:11) ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 16 — Additional Translations: