Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 146 :: Septuagint (LXX)

Psa 146:1(LXX 145:1) αλληλουια Αγγαιου καὶ Ζαχαριου αἴνει ψυχή μου τὸν κύριον
Psa 146:2(LXX 145:2) αἰνέσω κύριον ἐν ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω
Psa 146:3(LXX 145:3) μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστιν σωτηρία
Psa 146:4(LXX 145:4) ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν
Psa 146:5(LXX 145:5) μακάριος οὗ θεὸς Ιακωβ βοηθός ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ
Psa 146:6(LXX 145:6) τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα
Psa 146:7(LXX 145:7) ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις διδόντα τροφὴν τοῖς πεινῶσιν κύριος λύει πεπεδημένους
Psa 146:8(LXX 145:8) κύριος ἀνορθοῖ κατερραγμένους κύριος σοφοῖ τυφλούς κύριος ἀγαπᾷ δικαίους
Psa 146:9(LXX 145:9) κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ
Psa 146:10(LXX 145:10) βασιλεύσει κύριος εἰς τὸν αἰῶνα θεός σου Σιων εἰς γενεὰν καὶ γενεάν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 146 — Additional Translations: