Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 144 :: Septuagint (LXX)

Psa 144:1(LXX 143:1) τῷ Δαυιδ πρὸς τὸν Γολιαδ εὐλογητὸς κύριος θεός μου διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον
Psa 144:2(LXX 143:2) ἔλεός μου καὶ καταφυγή μου ἀντιλήμπτωρ μου καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ᾽ αὐτῷ ἤλπισα ὑποτάσσων τὸν λαόν μου ὑπ᾽ ἐμέ
Psa 144:3(LXX 143:3) κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν
Psa 144:4(LXX 143:4) ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν
Psa 144:5(LXX 143:5) κύριε κλῖνον οὐρανούς σου καὶ κατάβηθι ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται
Psa 144:6(LXX 143:6) ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς
Psa 144:7(LXX 143:7) ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν ἐκ χειρὸς υἱῶν ἀλλοτρίων
Psa 144:8(LXX 143:8) ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας
Psa 144:9(LXX 143:9) θεός ᾠδὴν καινὴν ᾄσομαί σοι ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
Psa 144:10(LXX 143:10) τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς
Psa 144:11(LXX 143:11) ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας
Psa 144:12(LXX 143:12) ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ
Psa 144:13(LXX 143:13) τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν
Psa 144:14(LXX 143:14) οἱ βόες αὐτῶν παχεῖς οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν
Psa 144:15(LXX 143:15) ἐμακάρισαν τὸν λαόν ταῦτά ἐστιν μακάριος λαός οὗ κύριος θεὸς αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 144 — Additional Translations: