Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 142 :: Septuagint (LXX)

Psa 142:1(LXX 141:1) συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχή (141:2) φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς κύριον ἐδεήθην
Psa 142:2(LXX 141:3) ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ
Psa 142:3(LXX 141:4) ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου ἐν ὁδῷ ταύτῃ ἐπορευόμην ἔκρυψαν παγίδα μοι
Psa 142:4(LXX 141:5) κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον ὅτι οὐκ ἦν ἐπιγινώσκων με ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἔστιν ἐκζητῶν τὴν ψυχήν μου
Psa 142:5(LXX 141:6) ἐκέκραξα πρὸς σέ κύριε εἶπα σὺ εἶ ἐλπίς μου μερίς μου ἐν γῇ ζώντων
Psa 142:6(LXX 141:7) πρόσχες πρὸς τὴν δέησίν μου ὅτι ἐταπεινώθην σφόδρα ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ
Psa 142:7(LXX 141:8) ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου κύριε ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 142 — Additional Translations: