Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 139 :: Septuagint (LXX)

Psa 139:1(LXX 138:1) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με
Psa 139:2(LXX 138:2) σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν
Psa 139:3(LXX 138:3) τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες
Psa 139:4(LXX 138:4) ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου
Psa 139:5(LXX 138:5) ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου
Psa 139:6(LXX 138:6) ἐθαυμαστώθη γνῶσίς σου ἐξ ἐμοῦ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν
Psa 139:7(LXX 138:7) ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω
Psa 139:8(LXX 138:8) ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν σὺ εἶ ἐκεῖ ἐὰν καταβῶ εἰς τὸν ᾅδην πάρει
Psa 139:9(LXX 138:9) ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης
Psa 139:10(LXX 138:10) καὶ γὰρ ἐκεῖ χείρ σου ὁδηγήσει με καὶ καθέξει με δεξιά σου
Psa 139:11(LXX 138:11) καὶ εἶπα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου
Psa 139:12(LXX 138:12) ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτῆς οὕτως καὶ τὸ φῶς αὐτῆς
Psa 139:13(LXX 138:13) ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου
Psa 139:14(LXX 138:14) ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ψυχή μου γινώσκει σφόδρα
Psa 139:15(LXX 138:15) οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ἐποίησας ἐν κρυφῇ καὶ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς
Psa 139:16(LXX 138:16) τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς
Psa 139:17(LXX 138:17) ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν
Psa 139:18(LXX 138:18) ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ
Psa 139:19(LXX 138:19) ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ᾽ ἐμοῦ
Psa 139:20(LXX 138:20) ὅτι ἐρεῖς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου
Psa 139:21(LXX 138:21) οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην
Psa 139:22(LXX 138:22) τέλειον μῖσος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι
Psa 139:23(LXX 138:23) δοκίμασόν με θεός καὶ γνῶθι τὴν καρδίαν μου ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
Psa 139:24(LXX 138:24) καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 139 — Additional Translations: