Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 135 :: Septuagint (LXX)

Psa 135:1(LXX 134:1) αλληλουια αἰνεῖτε τὸ ὄνομα κυρίου αἰνεῖτε δοῦλοι κύριον
Psa 135:2(LXX 134:2) οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν
Psa 135:3(LXX 134:3) αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν
Psa 135:4(LXX 134:4) ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ
Psa 135:5(LXX 134:5) ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς
Psa 135:6(LXX 134:6) πάντα ὅσα ἠθέλησεν κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις
Psa 135:7(LXX 134:7) ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ
Psa 135:8(LXX 134:8) ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους
Psa 135:9(LXX 134:9) ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ
Psa 135:10(LXX 134:10) ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς
Psa 135:11(LXX 134:11) τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν
Psa 135:12(LXX 134:12) καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ
Psa 135:13(LXX 134:13) κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
Psa 135:14(LXX 134:14) ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
Psa 135:15(LXX 134:15) τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
Psa 135:16(LXX 134:16) στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
Psa 135:17(LXX 134:17) ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν
Psa 135:18(LXX 134:18) ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς
Psa 135:19(LXX 134:19) οἶκος Ισραηλ εὐλογήσατε τὸν κύριον οἶκος Ααρων εὐλογήσατε τὸν κύριον
Psa 135:20(LXX 134:20) οἶκος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον
Psa 135:21(LXX 134:21) εὐλογητὸς κύριος ἐκ Σιων κατοικῶν Ιερουσαλημ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 135 — Additional Translations: