Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 118 :: Septuagint (LXX)

Psa 118:1(LXX 117:1) αλληλουια ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psa 118:2(LXX 117:2) εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psa 118:3(LXX 117:3) εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psa 118:4(LXX 117:4) εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psa 118:5(LXX 117:5) ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν
Psa 118:6(LXX 117:6) κύριος ἐμοὶ βοηθός οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
Psa 118:7(LXX 117:7) κύριος ἐμοὶ βοηθός κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου
Psa 118:8(LXX 117:8) ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον πεποιθέναι ἐπ᾽ ἄνθρωπον
Psa 118:9(LXX 117:9) ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἐλπίζειν ἐπ᾽ ἄρχοντας
Psa 118:10(LXX 117:10) πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
Psa 118:11(LXX 117:11) κυκλώσαντες ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
Psa 118:12(LXX 117:12) ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
Psa 118:13(LXX 117:13) ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν καὶ κύριος ἀντελάβετό μου
Psa 118:14(LXX 117:14) ἰσχύς μου καὶ ὕμνησίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν
Psa 118:15(LXX 117:15) φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων δεξιὰ κυρίου ἐποίησεν δύναμιν
Psa 118:16(LXX 117:16) δεξιὰ κυρίου ὕψωσέν με δεξιὰ κυρίου ἐποίησεν δύναμιν
Psa 118:17(LXX 117:17) οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου
Psa 118:18(LXX 117:18) παιδεύων ἐπαίδευσέν με κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με
Psa 118:19(LXX 117:19) ἀνοίξατέ μοι πύλας δικαιοσύνης εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ
Psa 118:20(LXX 117:20) αὕτη πύλη τοῦ κυρίου δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ
Psa 118:21(LXX 117:21) ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν
Psa 118:22(LXX 117:22) λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
Psa 118:23(LXX 117:23) παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
Psa 118:24(LXX 117:24) αὕτη ἡμέρα ἣν ἐποίησεν κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ
Psa 118:25(LXX 117:25) κύριε σῶσον δή κύριε εὐόδωσον δή
Psa 118:26(LXX 117:26) εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου
Psa 118:27(LXX 117:27) θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου
Psa 118:28(LXX 117:28) θεός μου εἶ σύ καὶ ἐξομολογήσομαί σοι θεός μου εἶ σύ καὶ ὑψώσω σε ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν
Psa 118:29(LXX 117:29) ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 118 — Additional Translations: