Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 116 :: Septuagint (LXX)

Psa 116:1(LXX 114:1) αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου
Psa 116:2(LXX 114:2) ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι
Psa 116:3(LXX 114:3) περιέσχον με ὠδῖνες θανάτου κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον
Psa 116:4(LXX 114:4) καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην κύριε ῥῦσαι τὴν ψυχήν μου
Psa 116:5(LXX 114:5) ἐλεήμων κύριος καὶ δίκαιος καὶ θεὸς ἡμῶν ἐλεᾷ
Psa 116:6(LXX 114:6) φυλάσσων τὰ νήπια κύριος ἐταπεινώθην καὶ ἔσωσέν με
Psa 116:7(LXX 114:7) ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε
Psa 116:8(LXX 114:8) ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος
Psa 116:9(LXX 114:9) εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων
Psa 116:10(LXX 115:1) αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα
Psa 116:11(LXX 115:2) ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης
Psa 116:12(LXX 115:3) τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι
Psa 116:13(LXX 115:4) ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι
Psa 116:15(LXX 115:6) τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ
Psa 116:16(LXX 115:7) κύριε ἐγὼ δοῦλος σός ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου
Psa 116:17(LXX 115:8) σοὶ θύσω θυσίαν αἰνέσεως
Psa 116:18(LXX 115:9) τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
Psa 116:19(LXX 115:10) ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου Ιερουσαλημ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 116 — Additional Translations: