Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 112 :: Septuagint (LXX)

Psa 112:1(LXX 111:1) αλληλουια μακάριος ἀνὴρ φοβούμενος τὸν κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα
Psa 112:2(LXX 111:2) δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ γενεὰ εὐθείων εὐλογηθήσεται
Psa 112:3(LXX 111:3) δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Psa 112:4(LXX 111:4) ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος
Psa 112:5(LXX 111:5) χρηστὸς ἀνὴρ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει
Psa 112:6(LXX 111:6) ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος
Psa 112:7(LXX 111:7) ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον
Psa 112:8(LXX 111:8) ἐστήρικται καρδία αὐτοῦ οὐ μὴ φοβηθῇ ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ
Psa 112:9(LXX 111:9) ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ
Psa 112:10(LXX 111:10) ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 112 — Additional Translations: