Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 109 :: Septuagint (LXX)

Psa 109:1(LXX 108:1) εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμός θεός τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς
Psa 109:2(LXX 108:2) ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ
Psa 109:3(LXX 108:3) καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν
Psa 109:4(LXX 108:4) ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με ἐγὼ δὲ προσευχόμην
Psa 109:5(LXX 108:5) καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου
Psa 109:6(LXX 108:6) κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ
Psa 109:7(LXX 108:7) ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος καὶ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν
Psa 109:8(LXX 108:8) γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος
Psa 109:9(LXX 108:9) γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ γυνὴ αὐτοῦ χήρα
Psa 109:10(LXX 108:10) σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν
Psa 109:11(LXX 108:11) ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ
Psa 109:12(LXX 108:12) μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ
Psa 109:13(LXX 108:13) γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ
Psa 109:14(LXX 108:14) ἀναμνησθείη ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου καὶ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη
Psa 109:15(LXX 108:15) γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν
Psa 109:16(LXX 108:16) ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι
Psa 109:17(LXX 108:17) καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτῷ καὶ οὐκ ἠθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ
Psa 109:18(LXX 108:18) καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ
Psa 109:19(LXX 108:19) γενηθήτω αὐτῷ ὡς ἱμάτιον περιβάλλεται καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται
Psa 109:20(LXX 108:20) τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου
Psa 109:21(LXX 108:21) καὶ σύ κύριε κύριε ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου ὅτι χρηστὸν τὸ ἔλεός σου
Psa 109:22(LXX 108:22) ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι καὶ καρδία μου τετάρακται ἐντός μου
Psa 109:23(LXX 108:23) ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην ἐξετινάχθην ὡσεὶ ἀκρίδες
Psa 109:24(LXX 108:24) τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον
Psa 109:25(LXX 108:25) καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς εἴδοσάν με ἐσάλευσαν κεφαλὰς αὐτῶν
Psa 109:26(LXX 108:26) βοήθησόν μοι κύριε θεός μου σῶσόν με κατὰ τὸ ἔλεός σου
Psa 109:27(LXX 108:27) καὶ γνώτωσαν ὅτι χείρ σου αὕτη καὶ σύ κύριε ἐποίησας αὐτήν
Psa 109:28(LXX 108:28) καταράσονται αὐτοί καὶ σὺ εὐλογήσεις οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν δὲ δοῦλός σου εὐφρανθήσεται
Psa 109:29(LXX 108:29) ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν
Psa 109:30(LXX 108:30) ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν
Psa 109:31(LXX 108:31) ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 109 — Additional Translations: