Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 108 :: Septuagint (LXX)

Psa 108:1(LXX 107:1) ᾠδὴ ψαλμοῦ τῷ Δαυιδ (107:2) ἑτοίμη καρδία μου θεός ἑτοίμη καρδία μου ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου
Psa 108:2(LXX 107:3) ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
Psa 108:3(LXX 107:4) ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε καὶ ψαλῶ σοι ἐν ἔθνεσιν
Psa 108:4(LXX 107:5) ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου
Psa 108:5(LXX 107:6) ὑψώθητι ἐπὶ τοὺς οὐρανούς θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου
Psa 108:6(LXX 107:7) ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου
Psa 108:7(LXX 107:8) θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω
Psa 108:8(LXX 107:9) ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου Ιουδας βασιλεύς μου
Psa 108:9(LXX 107:10) Μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
Psa 108:10(LXX 107:11) τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας
Psa 108:11(LXX 107:12) οὐχὶ σύ θεός ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν
Psa 108:12(LXX 107:13) δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
Psa 108:13(LXX 107:14) ἐν τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 108 — Additional Translations: