Previous Chapter Full Page Full Page Next Chapter

Παροιμίες (Proverbs) 28 :: Septuagint (LXX)

Pro 28:1φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν
Pro 28:2δι᾽ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς
Pro 28:3ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής
Pro 28:4οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος
Pro 28:5ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί
Pro 28:6κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς
Pro 28:7φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα
Pro 28:8 πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν
Pro 28:9 ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται
Pro 28:10ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά
Pro 28:11σοφὸς παρ᾽ ἑαυτῷ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ
Pro 28:12διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι
Pro 28:13 ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται
Pro 28:14μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς
Pro 28:15λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ
Pro 28:16βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται
Pro 28:17ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ
Pro 28:18 πορευόμενος δικαίως βεβοήθηται δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται
Pro 28:19 ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων δὲ διώκων σχολὴν πλησθήσεται πενίας
Pro 28:20ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται
Pro 28:21ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα
Pro 28:22σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ
Pro 28:23 ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος
Pro 28:24ὃς ἀποβάλλεται πατέρα μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς
Pro 28:25ἄπληστος ἀνὴρ κρίνει εἰκῇ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελείᾳ ἔσται
Pro 28:26ὃς πέποιθεν θρασείᾳ καρδίᾳ τοιοῦτος ἄφρων ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται
Pro 28:27ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται
Pro 28:28ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Proverbs Chapter 28 — Additional Translations: