Previous Chapter Full Page Full Page Next Chapter

Παροιμίες (Proverbs) 25 :: Septuagint (LXX)

Pro 25:1αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας
Pro 25:2δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα
Pro 25:3οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος
Pro 25:4τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν
Pro 25:5κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ θρόνος αὐτοῦ
Pro 25:6μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο
Pro 25:7κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου εἶδον οἱ ὀφθαλμοί σου λέγε
Pro 25:8μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ᾽ ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ σὸς φίλος
Pro 25:9ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει
Pro 25:10μή σε ὀνειδίσῃ μὲν φίλος δὲ μάχη σου καὶ ἔχθρα οὐκ ἀπέσται ἀλλ᾽ ἔσται σοι ἴση θανάτῳ
Pro 25:11μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον
Pro 25:12εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς
Pro 25:13ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ
Pro 25:14ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ
Pro 25:15ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ
Pro 25:16μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃς
Pro 25:17σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε
Pro 25:18ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ
Pro 25:19ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ
Pro 25:20ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ
Pro 25:21ἐὰν πεινᾷ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν
Pro 25:22τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά
Pro 25:23ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει
Pro 25:24κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ
Pro 25:25ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν
Pro 25:26ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς
Pro 25:27ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους
Pro 25:28ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Proverbs Chapter 25 — Additional Translations: