Previous Chapter Full Page Full Page Next Chapter

Παροιμίες (Proverbs) 21 :: Septuagint (LXX)

Pro 21:1ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ οὗ ἐὰν θέλων νεύσῃ ἐκεῖ ἔκλινεν αὐτήν
Pro 21:2πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος κατευθύνει δὲ καρδίας κύριος
Pro 21:3ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον θυσιῶν αἷμα
Pro 21:4μεγαλόφρων ἐφ᾽ ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία
Pro 21:6 ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου
Pro 21:7ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια
Pro 21:8πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ
Pro 21:9κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ
Pro 21:10ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾽ οὐδενὸς τῶν ἀνθρώπων
Pro 21:11ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ἄκακος συνίων δὲ σοφὸς δέξεται γνῶσιν
Pro 21:12συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς
Pro 21:13ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται εἰσακούων
Pro 21:14δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν
Pro 21:15εὐφροσύνη δικαίων ποιεῖν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις
Pro 21:16ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται
Pro 21:17ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον
Pro 21:18περικάθαρμα δὲ δικαίου ἄνομος
Pro 21:19κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου
Pro 21:20θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν
Pro 21:21ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν
Pro 21:22πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφ᾽ ἐπεποίθεισαν οἱ ἀσεβεῖς
Pro 21:23ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ
Pro 21:24θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται ὃς δὲ μνησικακεῖ παράνομος
Pro 21:25ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι
Pro 21:26ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀφειδῶς
Pro 21:27θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς
Pro 21:28μάρτυς ψευδὴς ἀπολεῖται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει
Pro 21:29ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ
Pro 21:30οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ
Pro 21:31ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου βοήθεια
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Proverbs Chapter 21 — Additional Translations: