Previous Chapter Full Page Full Page Next Chapter

Παροιμίες (Proverbs) 15 :: Septuagint (LXX)

Pro 15:1ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς
Pro 15:2γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά
Pro 15:3ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς
Pro 15:4ἴασις γλώσσης δένδρον ζωῆς δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος
Pro 15:5ἄφρων μυκτηρίζει παιδείαν πατρός δὲ φυλάσσων ἐντολὰς πανουργότερος
Pro 15:6ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται
Pro 15:7χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς
Pro 15:8θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ᾽ αὐτῷ
Pro 15:9βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ
Pro 15:10παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς
Pro 15:11ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων
Pro 15:12οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει
Pro 15:13καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει
Pro 15:14καρδία ὀρθὴ ζητεῖ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά
Pro 15:15πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός
Pro 15:16κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας
Pro 15:17κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν παράθεσις μόσχων μετὰ ἔχθρας
Pro 15:18ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει
Pro 15:19ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι
Pro 15:20υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ
Pro 15:21ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται
Pro 15:22ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή
Pro 15:23οὐ μὴ ὑπακούσῃ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ
Pro 15:24ὁδοὶ ζωῆς διανοήματα συνετοῦ ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ
Pro 15:25οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας
Pro 15:26βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος ἁγνῶν δὲ ῥήσεις σεμναί
Pro 15:27ἐξόλλυσιν ἑαυτὸν δωρολήμπτης δὲ μισῶν δώρων λήμψεις σῴζεται
Pro 15:28καρδίαι δικαίων μελετῶσιν πίστεις στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά
Pro 15:29μακρὰν ἀπέχει θεὸς ἀπὸ ἀσεβῶν εὐχαῖς δὲ δικαίων ἐπακούει
Pro 15:30θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ
Pro 15:32ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ
Pro 15:33φόβος θεοῦ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).