Previous Chapter Full Page Full Page Next Chapter

Παροιμίες (Proverbs) 14 :: Septuagint (LXX)

Pro 14:1σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς
Pro 14:2 πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται
Pro 14:3ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφῶν φυλάσσει αὐτούς
Pro 14:4οὗ μή εἰσιν βόες φάτναι καθαραί οὗ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς
Pro 14:5μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος
Pro 14:6ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής
Pro 14:7πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά
Pro 14:8σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ
Pro 14:9οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί
Pro 14:10καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτοῦ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει
Pro 14:11οἰκίαι ἀσεβῶν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται
Pro 14:12ἔστιν ὁδὸς δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου
Pro 14:13ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται
Pro 14:14τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός
Pro 14:15ἄκακος πιστεύει παντὶ λόγῳ πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν
Pro 14:16σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ
Pro 14:17ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει
Pro 14:18μεριοῦνται ἄφρονες κακίαν οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως
Pro 14:19ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων
Pro 14:20φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί
Pro 14:21 ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεῶν δὲ πτωχοὺς μακαριστός
Pro 14:22πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς
Pro 14:23ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται
Pro 14:24στέφανος σοφῶν πανοῦργος δὲ διατριβὴ ἀφρόνων κακή
Pro 14:25ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος
Pro 14:26ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα
Pro 14:27πρόσταγμα κυρίου πηγὴ ζωῆς ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου
Pro 14:28ἐν πολλῷ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου
Pro 14:29μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων
Pro 14:30πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική
Pro 14:31 συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν
Pro 14:32ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος
Pro 14:33ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται
Pro 14:34δικαιοσύνη ὑψοῖ ἔθνος ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι
Pro 14:35δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Proverbs Chapter 14 — Additional Translations: