Previous Chapter Full Page Full Page Next Chapter

Αριθμοί (Numbers) 8 :: Septuagint (LXX)

Num 8:1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 8:2λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι
Num 8:3καὶ ἐποίησεν οὕτως Ααρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
Num 8:4καὶ αὕτη κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ἔδειξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν
Num 8:5καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 8:6λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς
Num 8:7καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται
Num 8:8καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας
Num 8:9καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ
Num 8:10καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας
Num 8:11καὶ ἀφοριεῖ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τῶν υἱῶν Ισραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου
Num 8:12οἱ δὲ Λευῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν
Num 8:13καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου
Num 8:14καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἔσονται ἐμοί
Num 8:15καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου
Num 8:16ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ισραηλ ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί
Num 8:17ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοὶ
Num 8:18καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ισραηλ
Num 8:19καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ισραηλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια
Num 8:20καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καὶ πᾶσα συναγωγὴ υἱῶν Ισραηλ τοῖς Λευίταις καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ
Num 8:21καὶ ἡγνίσαντο οἱ Λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτῶν Ααρων ἀφαγνίσασθαι αὐτούς
Num 8:22καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καθὼς συνέταξεν κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς
Num 8:23καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 8:24τοῦτό ἐστιν τὸ περὶ τῶν Λευιτῶν ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
Num 8:25καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι
Num 8:26καὶ λειτουργήσει ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς ἔργα δὲ οὐκ ἐργᾶται οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Numbers Chapter 8 — Additional Translations: