Previous Chapter Full Page Full Page Next Chapter

Αριθμοί (Numbers) 5 :: Septuagint (LXX)

Num 5:1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 5:2πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ
Num 5:3ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς
Num 5:4καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
Num 5:5καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 5:6λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἀνὴρ γυνή ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ψυχὴ ἐκείνη
Num 5:7ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ᾽ αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ
Num 5:8ἐὰν δὲ μὴ τῷ ἀνθρώπῳ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι᾽ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ
Num 5:9καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ αὐτῷ ἔσται
Num 5:10καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ αὐτῷ ἔσται
Num 5:11καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 5:12λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα
Num 5:13καὶ κοιμηθῇ τις μετ᾽ αὐτῆς κοίτην σπέρματος καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ αὐτὴ δὲ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ᾽ αὐτῆς καὶ αὐτὴ μὴ συνειλημμένη
Num 5:14καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μεμίανται ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μὴ μεμιαμμένη
Num 5:15καὶ ἄξει ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν
Num 5:16καὶ προσάξει αὐτὴν ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου
Num 5:17καὶ λήμψεται ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ
Num 5:18καὶ στήσει ἱερεὺς τὴν γυναῖκα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου τὴν θυσίαν τῆς ζηλοτυπίας ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου
Num 5:19καὶ ὁρκιεῖ αὐτὴν ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου
Num 5:20εἰ δὲ σὺ παραβέβηκας ὑπ᾽ ἀνδρὸς οὖσα μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου
Num 5:21καὶ ὁρκιεῖ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης καὶ ἐρεῖ ἱερεὺς τῇ γυναικί δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην
Num 5:22καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου καὶ ἐρεῖ γυνή γένοιτο γένοιτο
Num 5:23καὶ γράψει ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου
Num 5:24καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ
Num 5:25καὶ λήμψεται ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον
Num 5:26καὶ δράξεται ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ
Num 5:27καὶ ἔσται ἐὰν μεμιαμμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσεῖται μηρὸς αὐτῆς καὶ ἔσται γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς
Num 5:28ἐὰν δὲ μὴ μιανθῇ γυνὴ καὶ καθαρὰ καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα
Num 5:29οὗτος νόμος τῆς ζηλοτυπίας ἐὰν παραβῇ γυνὴ ὑπ᾽ ἀνδρὸς οὖσα καὶ μιανθῇ
Num 5:30 ἄνθρωπος ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου καὶ ποιήσει αὐτῇ ἱερεὺς πάντα τὸν νόμον τοῦτον
Num 5:31καὶ ἀθῷος ἔσται ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Numbers Chapter 5 — Additional Translations: