Previous Chapter Full Page Full Page Next Chapter

Αριθμοί (Numbers) 31 :: Septuagint (LXX)

Num 31:1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 31:2ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου
Num 31:3καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιαν
Num 31:4χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς ἐκ πασῶν φυλῶν Ισραηλ ἀποστείλατε παρατάξασθαι
Num 31:5καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν
Num 31:6καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν
Num 31:7καὶ παρετάξαντο ἐπὶ Μαδιαν καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν
Num 31:8καὶ τοὺς βασιλεῖς Μαδιαν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ πέντε βασιλεῖς Μαδιαν καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν
Num 31:9καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν
Num 31:10καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί
Num 31:11καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους
Num 31:12καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
Num 31:13καὶ ἐξῆλθεν Μωυσῆς καὶ Ελεαζαρ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς
Num 31:14καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου
Num 31:15καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ
Num 31:16αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο πληγὴ ἐν τῇ συναγωγῇ κυρίου
Num 31:17καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε
Num 31:18πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς
Num 31:19καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας πᾶς ἀνελὼν καὶ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ αἰχμαλωσία ὑμῶν
Num 31:20καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε
Num 31:21καὶ εἶπεν Ελεαζαρ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου συνέταξεν κύριος τῷ Μωυσῇ
Num 31:22πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου
Num 31:23πᾶν πρᾶγμα διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ᾽ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι᾽ ὕδατος
Num 31:24καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν
Num 31:25καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 31:26λαβὲ τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς
Num 31:27καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς
Num 31:28καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν
Num 31:29καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε καὶ δώσεις Ελεαζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς κυρίου
Num 31:30καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ισραηλ λήμψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ κυρίου
Num 31:31καὶ ἐποίησεν Μωυσῆς καὶ Ελεαζαρ ἱερεὺς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
Num 31:32καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες
Num 31:33καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες
Num 31:34καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες
Num 31:35καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες
Num 31:36καὶ ἐγενήθη τὸ ἡμίσευμα μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
Num 31:37καὶ ἐγένετο τὸ τέλος κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε
Num 31:38καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίῳ δύο καὶ ἑβδομήκοντα
Num 31:39καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίῳ εἷς καὶ ἑξήκοντα
Num 31:40καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί
Num 31:41καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ελεαζαρ τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
Num 31:42ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν
Num 31:43καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
Num 31:44καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες
Num 31:45ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι
Num 31:46καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες
Num 31:47καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
Num 31:48καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι
Num 31:49καὶ εἶπαν πρὸς Μωυσῆν οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ᾽ ἡμῶν καὶ οὐ διαπεφώνηκεν ἀπ᾽ αὐτῶν οὐδὲ εἷς
Num 31:50καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ ἀνὴρ εὗρεν σκεῦος χρυσοῦν χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι κυρίου
Num 31:51καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ἱερεὺς τὸ χρυσίον παρ᾽ αὐτῶν πᾶν σκεῦος εἰργασμένον
Num 31:52καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα ἀφεῖλον κυρίῳ ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων
Num 31:53καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ
Num 31:54καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Numbers Chapter 31 — Additional Translations: