Previous Chapter Full Page Full Page Next Chapter

Αριθμοί (Numbers) 26 :: Septuagint (LXX)

Num 26:1καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων
Num 26:2λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν πᾶς ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
Num 26:3καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων
Num 26:4ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου
Num 26:5Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι
Num 26:6τῷ Ασρων δῆμος τοῦ Ασρωνι τῷ Χαρμι δῆμος τοῦ Χαρμι
Num 26:7οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα
Num 26:8καὶ υἱοὶ Φαλλου Ελιαβ
Num 26:9καὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου
Num 26:10καὶ ἀνοίξασα γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ
Num 26:11οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον
Num 26:12καὶ οἱ υἱοὶ Συμεων δῆμος τῶν υἱῶν Συμεων τῷ Ναμουηλ δῆμος Ναμουηλι τῷ Ιαμιν δῆμος Ιαμινι τῷ Ιαχιν δῆμος Ιαχινι
Num 26:13τῷ Ζαρα δῆμος Ζαραϊ τῷ Σαουλ δῆμος Σαουλι
Num 26:14οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι
Num 26:15(LXX 26:24) υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν τῷ Σαφων δῆμος Σαφωνι τῷ Αγγι δῆμος Αγγι τῷ Σουνι δῆμος Σουνι
Num 26:16(LXX 26:25) τῷ Αζενι δῆμος Αζενι τῷ Αδδι δῆμος Αδδι
Num 26:17(LXX 26:26) τῷ Αροαδι δῆμος Αροαδι τῷ Αριηλ δῆμος Αριηλι
Num 26:18(LXX 26:27) οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Num 26:19(LXX 26:15) υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν
Num 26:20(LXX 26:16) ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν τῷ Σηλων δῆμος Σηλωνι τῷ Φαρες δῆμος Φαρες τῷ Ζαρα δῆμος Ζαραϊ
Num 26:21(LXX 26:17) καὶ ἐγένοντο υἱοὶ Φαρες τῷ Ασρων δῆμος Ασρωνι τῷ Ιαμουν δῆμος Ιαμουνι
Num 26:22(LXX 26:18) οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι
Num 26:23(LXX 26:19) καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ Θωλα δῆμος Θωλαϊ τῷ Φουα δῆμος Φουαϊ
Num 26:24(LXX 26:20) τῷ Ιασουβ δῆμος Ιασουβι τῷ Σαμαραν δῆμος Σαμαρανι
Num 26:25(LXX 26:21) οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι
Num 26:26(LXX 26:22) υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν τῷ Σαρεδ δῆμος Σαρεδι τῷ Αλλων δῆμος Αλλωνι τῷ Αλληλ δῆμος Αλληλι
Num 26:27(LXX 26:23) οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι
Num 26:28(LXX 26:32) υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν Μανασση καὶ Εφραιμ
Num 26:29(LXX 26:33) υἱοὶ Μανασση τῷ Μαχιρ δῆμος Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τῷ Γαλααδ δῆμος Γαλααδι
Num 26:30(LXX 26:34) καὶ οὗτοι υἱοὶ Γαλααδ τῷ Αχιεζερ δῆμος Αχιεζερι τῷ Χελεγ δῆμος Χελεγι
Num 26:31(LXX 26:35) τῷ Εσριηλ δῆμος Εσριηλι τῷ Συχεμ δῆμος Συχεμι
Num 26:32(LXX 26:36) τῷ Συμαερ δῆμος Συμαερι καὶ τῷ Οφερ δῆμος Οφερι
Num 26:33(LXX 26:37) καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ᾽ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
Num 26:34(LXX 26:38) οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
Num 26:35(LXX 26:39) καὶ οὗτοι υἱοὶ Εφραιμ τῷ Σουταλα δῆμος Σουταλαϊ τῷ Ταναχ δῆμος Ταναχι
Num 26:36(LXX 26:40) οὗτοι υἱοὶ Σουταλα τῷ Εδεν δῆμος Εδενι
Num 26:37(LXX 26:41) οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν
Num 26:38(LXX 26:42) υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν τῷ Βαλε δῆμος Βαλεϊ τῷ Ασυβηρ δῆμος Ασυβηρι τῷ Ιαχιραν δῆμος Ιαχιρανι
Num 26:39(LXX 26:43) τῷ Σωφαν δῆμος Σωφανι
Num 26:40(LXX 26:44) καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τῷ Αδαρ δῆμος Αδαρι τῷ Νοεμαν δῆμος Νοεμανι
Num 26:41(LXX 26:45) οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι
Num 26:42(LXX 26:46) καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν τῷ Σαμι δῆμος Σαμι οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν
Num 26:43(LXX 26:47) πάντες οἱ δῆμοι Σαμι κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι
Num 26:44(LXX 26:28) υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν τῷ Ιαμιν δῆμος Ιαμινι τῷ Ιεσου δῆμος Ιεσουι τῷ Βαρια δῆμος Βαριαϊ
Num 26:45(LXX 26:29) τῷ Χοβερ δῆμος Χοβερι τῷ Μελχιηλ δῆμος Μελχιηλι
Num 26:46(LXX 26:30) καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα
Num 26:47(LXX 26:31) οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Num 26:48υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Ασιηλ δῆμος Ασιηλι τῷ Γαυνι δῆμος Γαυνι
Num 26:49τῷ Ιεσερ δῆμος Ιεσερι τῷ Σελλημ δῆμος Σελλημι
Num 26:50οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι
Num 26:51αὕτη ἐπίσκεψις υἱῶν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα
Num 26:52καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 26:53τούτοις μερισθήσεται γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων
Num 26:54τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται κληρονομία αὐτῶν
Num 26:55διὰ κλήρων μερισθήσεται γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν
Num 26:56ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων
Num 26:57καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν τῷ Γεδσων δῆμος Γεδσωνι τῷ Κααθ δῆμος Κααθι τῷ Μεραρι δῆμος Μεραρι
Num 26:58οὗτοι δῆμοι υἱῶν Λευι δῆμος Λοβενι δῆμος Χεβρωνι δῆμος Κορε καὶ δῆμος Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ
Num 26:59καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν
Num 26:60καὶ ἐγεννήθησαν τῷ Ααρων τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ
Num 26:61καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα
Num 26:62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ
Num 26:63καὶ αὕτη ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
Num 26:64καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα
Num 26:65ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς τοῦ Ναυη
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Numbers Chapter 26 — Additional Translations: