Previous Chapter Full Page Full Page Next Chapter

Αριθμοί (Numbers) 25 :: Septuagint (LXX)

Num 25:1καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν καὶ ἐβεβηλώθη λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωαβ
Num 25:2καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν καὶ ἔφαγεν λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν
Num 25:3καὶ ἐτελέσθη Ισραηλ τῷ Βεελφεγωρ καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ
Num 25:4καὶ εἶπεν κύριος τῷ Μωυσῇ λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ
Num 25:5καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ
Num 25:6καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
Num 25:7καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
Num 25:8εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς καὶ ἐπαύσατο πληγὴ ἀπὸ υἱῶν Ισραηλ
Num 25:9καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες
Num 25:10καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Num 25:11Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου
Num 25:12οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης
Num 25:13καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ᾽ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ
Num 25:14τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων
Num 25:15καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν
Num 25:16καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων
Num 25:17ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς
Num 25:18ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Numbers Chapter 25 — Additional Translations: