Previous Chapter Full Page Full Page Next Chapter

Αριθμοί (Numbers) 22 :: Septuagint (LXX)

Num 22:1καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω
Num 22:2καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ
Num 22:3καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ
Num 22:4καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ νῦν ἐκλείξει συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν ὡς ἐκλείξαι μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον
Num 22:5καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου
Num 22:6καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον ὅτι ἰσχύει οὗτος ἡμεῖς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράσῃ σύ κεκατήρανται
Num 22:7καὶ ἐπορεύθη γερουσία Μωαβ καὶ γερουσία Μαδιαμ καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἦλθον πρὸς Βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλακ
Num 22:8καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἐὰν λαλήσῃ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ
Num 22:9καὶ ἦλθεν θεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί
Num 22:10καὶ εἶπεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
Num 22:11ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς
Num 22:12καὶ εἶπεν θεὸς πρὸς Βαλααμ οὐ πορεύσῃ μετ᾽ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος
Num 22:13καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν οὐκ ἀφίησίν με θεὸς πορεύεσθαι μεθ᾽ ὑμῶν
Num 22:14καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλθον πρὸς Βαλακ καὶ εἶπαν οὐ θέλει Βαλααμ πορευθῆναι μεθ᾽ ἡμῶν
Num 22:15καὶ προσέθετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων
Num 22:16καὶ ἦλθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει Βαλακ τοῦ Σεπφωρ ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρός με
Num 22:17ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον
Num 22:18καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν μέγα ἐν τῇ διανοίᾳ μου
Num 22:19καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρός με
Num 22:20καὶ ἦλθεν θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις
Num 22:21καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωαβ
Num 22:22καὶ ὠργίσθη θυμῷ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ δύο παῖδες αὐτοῦ μετ᾽ αὐτοῦ
Num 22:23καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ
Num 22:24καὶ ἔστη ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν
Num 22:25καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν
Num 22:26καὶ προσέθετο ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν
Num 22:27καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βαλααμ καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ
Num 22:28καὶ ἤνοιξεν θεὸς τὸ στόμα τῆς ὄνου καὶ λέγει τῷ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον
Num 22:29καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε
Num 22:30καὶ λέγει ὄνος τῷ Βαλααμ οὐκ ἐγὼ ὄνος σου ἐφ᾽ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως δὲ εἶπεν οὐχί
Num 22:31ἀπεκάλυψεν δὲ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ
Num 22:32καὶ εἶπεν αὐτῷ ἄγγελος τοῦ θεοῦ διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ὁδός σου ἐναντίον μου
Num 22:33καὶ ἰδοῦσά με ὄνος ἐξέκλινεν ἀπ᾽ ἐμοῦ τρίτον τοῦτο καὶ εἰ μὴ ἐξέκλινεν νῦν οὖν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην
Num 22:34καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν καὶ νῦν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι
Num 22:35καὶ εἶπεν ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τῶν ἀνθρώπων πλὴν τὸ ῥῆμα ἐὰν εἴπω πρὸς σέ τοῦτο φυλάξῃ λαλῆσαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ
Num 22:36καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων ἐστιν ἐκ μέρους τῶν ὁρίων
Num 22:37καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμῆσαί σε
Num 22:38καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ ἰδοὺ ἥκω πρὸς σέ νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι τὸ ῥῆμα ἐὰν βάλῃ θεὸς εἰς τὸ στόμα μου τοῦτο λαλήσω
Num 22:39καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων
Num 22:40καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ᾽ αὐτοῦ
Num 22:41καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Numbers Chapter 22 — Additional Translations: