Previous Chapter Full Page Full Page Next Chapter

Νεεμίας (Nehemiah) 7 :: Septuagint (LXX)

Neh 7:1καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
Neh 7:2καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
Neh 7:3καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
Neh 7:4καὶ πόλις πλατεῖα καὶ μεγάλη καὶ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
Neh 7:5καὶ ἔδωκεν θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
Neh 7:6καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
Neh 7:7μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
Neh 7:8υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
Neh 7:9υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
Neh 7:10υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
Neh 7:11υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
Neh 7:12υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
Neh 7:13υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
Neh 7:14υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
Neh 7:15υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
Neh 7:16υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
Neh 7:17υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
Neh 7:18υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
Neh 7:19υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
Neh 7:20υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
Neh 7:21υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
Neh 7:22υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
Neh 7:23υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
Neh 7:24υἱοὶ Αριφ ἑκατὸν δώδεκα
Neh 7:25υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
Neh 7:26υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
Neh 7:27υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
Neh 7:28ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
Neh 7:29ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
Neh 7:30ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
Neh 7:31ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
Neh 7:32ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
Neh 7:33ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο
Neh 7:34ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
Neh 7:35υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
Neh 7:36υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
Neh 7:37υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
Neh 7:38υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
Neh 7:39οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
Neh 7:40υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
Neh 7:41υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
Neh 7:42υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
Neh 7:43οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
Neh 7:44οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
Neh 7:45οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
Neh 7:46οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
Neh 7:47υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
Neh 7:48υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
Neh 7:49υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
Neh 7:50υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
Neh 7:51υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
Neh 7:52υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
Neh 7:53υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
Neh 7:54υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
Neh 7:55υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
Neh 7:56υἱοὶ Νισια υἱοὶ Ατιφα
Neh 7:57υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
Neh 7:58υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
Neh 7:59υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
Neh 7:60πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
Neh 7:61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
Neh 7:62υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
Neh 7:63καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ᾽ ὀνόματι αὐτῶν
Neh 7:64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
Neh 7:65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς φωτίσων
Neh 7:66καὶ ἐγένετο πᾶσα ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
Neh 7:67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
Neh 7:68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
Neh 7:69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
Neh 7:70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
Neh 7:71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
Neh 7:72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
Neh 7:73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν μὴν ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Nehemiah Chapter 7 — Additional Translations: