Previous Chapter Full Page Full Page Next Chapter

Νεεμίας (Nehemiah) 11 :: Septuagint (LXX)

Neh 11:1καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ιερουσαλημ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν
Neh 11:2καὶ εὐλόγησεν λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ιερουσαλημ
Neh 11:3καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν Ισραηλ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμων
Neh 11:4καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν Ιουδα καὶ ἀπὸ υἱῶν Βενιαμιν ἀπὸ υἱῶν Ιουδα Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱῶν Φαρες
Neh 11:5καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς τοῦ Σηλωνι
Neh 11:6πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως
Neh 11:7καὶ οὗτοι υἱοὶ Βενιαμιν Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια
Neh 11:8καὶ ὀπίσω αὐτοῦ Γηβι Σηλι ἐννακόσιοι εἴκοσι ὀκτώ
Neh 11:9καὶ Ιωηλ υἱὸς Ζεχρι ἐπίσκοπος ἐπ᾽ αὐτούς καὶ Ιουδας υἱὸς Ασανα ἐπὶ τῆς πόλεως δεύτερος
Neh 11:10ἀπὸ τῶν ἱερέων καὶ Ιαδια υἱὸς Ιωριβ Ιαχιν
Neh 11:11Σαραια υἱὸς Ελκια υἱὸς Μεσουλαμ υἱὸς Σαδδουκ υἱὸς Μαριωθ υἱὸς Αϊτωβ ἀπέναντι οἴκου τοῦ θεοῦ
Neh 11:12καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου Αμασι υἱὸς Ζαχαρια υἱὸς Φασσουρ υἱὸς Μελχια
Neh 11:13ἄρχοντες πατριῶν διακόσιοι τεσσαράκοντα δύο καὶ Αμεσσαι υἱὸς Εσδριηλ
Neh 11:14καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ καὶ ἐπίσκοπος ἐπ᾽ αὐτῶν Βαδιηλ
Neh 11:15καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασουβ υἱὸς Εζρι
Neh 11:17καὶ Μαθανια υἱὸς Μιχα καὶ Ωβηδ υἱὸς Σαμουι
Neh 11:18διακόσιοι ὀγδοήκοντα τέσσαρες
Neh 11:19καὶ οἱ πυλωροὶ Ακουβ Τελαμιν καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο
Neh 11:22καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανι Οζι υἱὸς Ασαβια υἱὸς Μιχα ἀπὸ υἱῶν Ασαφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ
Neh 11:23ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ᾽ αὐτούς
Neh 11:24καὶ Παθαια υἱὸς Βασηζα πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ
Neh 11:25καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν καὶ ἀπὸ υἱῶν Ιουδα ἐκάθισαν ἐν Καριαθαρβοκ
Neh 11:26καὶ ἐν Ιησου
Neh 11:27καὶ ἐν Βεηρσαβεε
Neh 11:30καὶ ἐπαύλεις αὐτῶν Λαχις καὶ ἀγροὶ αὐτῆς καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεε
Neh 11:31καὶ οἱ υἱοὶ Βενιαμιν ἀπὸ Γαβα Μαχαμας
Neh 11:36καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ιουδα τῷ Βενιαμιν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Nehemiah Chapter 11 — Additional Translations: