Previous Chapter Full Page Full Page Next Chapter

Νεεμίας (Nehemiah) 10 :: Septuagint (LXX)

Neh 10:1(LXX 10:2) καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας
Neh 10:2(LXX 10:3) υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια
Neh 10:3(LXX 10:4) Φασουρ Αμαρια Μελχια
Neh 10:4(LXX 10:5) Ατους Σεβανι Μαλουχ
Neh 10:5(LXX 10:6) Ιραμ Μεραμωθ Αβδια
Neh 10:6(LXX 10:7) Δανιηλ Γαναθων Βαρουχ
Neh 10:7(LXX 10:8) Μεσουλαμ Αβια Μιαμιν
Neh 10:8(LXX 10:9) Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖς
Neh 10:9(LXX 10:10) καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱῶν Ηναδαδ Καδμιηλ
Neh 10:10(LXX 10:11) καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν
Neh 10:11(LXX 10:12) Μιχα Ροωβ Εσεβιας
Neh 10:12(LXX 10:13) Ζαχωρ Σαραβια Σεβανια
Neh 10:13(LXX 10:14) Ωδουια υἱοὶ Βανουναι
Neh 10:14(LXX 10:15) ἄρχοντες τοῦ λαοῦ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ
Neh 10:15(LXX 10:16) Βανι Ασγαδ Βηβαι
Neh 10:16(LXX 10:17) Εδανια Βαγοι Ηδιν
Neh 10:17(LXX 10:18) Ατηρ Εζεκια Αζουρ
Neh 10:18(LXX 10:19) Οδουια Ησαμ Βησι
Neh 10:19(LXX 10:20) Αριφ Αναθωθ Νωβαι
Neh 10:20(LXX 10:21) Μαγαφης Μεσουλαμ Ηζιρ
Neh 10:21(LXX 10:22) Μεσωζεβηλ Σαδδουκ Ιεδδουα
Neh 10:22(LXX 10:23) Φαλτια Αναν Αναια
Neh 10:23(LXX 10:24) Ωσηε Ανανια Ασουβ
Neh 10:24(LXX 10:25) Αλωης Φαλαϊ Σωβηκ
Neh 10:25(LXX 10:26) Ραουμ Εσαβανα Μαασαια
Neh 10:26(LXX 10:27) καὶ Αϊα Αιναν Ηναν
Neh 10:27(LXX 10:28) Μαλουχ Ηραμ Βαανα
Neh 10:28(LXX 10:29) καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς εἰδὼς καὶ συνίων
Neh 10:29(LXX 10:30) ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ
Neh 10:30(LXX 10:31) καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν
Neh 10:31(LXX 10:32) καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ᾽ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός
Neh 10:32(LXX 10:33) καὶ στήσομεν ἐφ᾽ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ᾽ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ᾽ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν
Neh 10:33(LXX 10:34) εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν
Neh 10:34(LXX 10:35) καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ᾽ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ
Neh 10:35(LXX 10:36) καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν εἰς οἶκον κυρίου
Neh 10:36(LXX 10:37) καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν
Neh 10:37(LXX 10:38) καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν
Neh 10:38(LXX 10:39) καὶ ἔσται ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ
Neh 10:39(LXX 10:40) ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Nehemiah Chapter 10 — Additional Translations: