Previous Chapter Full Page Full Page Next Chapter

Λευϊτικό (Leviticus) 23 :: Septuagint (LXX)

Lev 23:1καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Lev 23:2λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς αἱ ἑορταὶ κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας αὗταί εἰσιν ἑορταί μου
Lev 23:3ἓξ ἡμέρας ποιήσεις ἔργα καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ πᾶν ἔργον οὐ ποιήσεις σάββατά ἐστιν τῷ κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν
Lev 23:4αὗται αἱ ἑορταὶ τῷ κυρίῳ κληταὶ ἅγιαι ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν
Lev 23:5ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ
Lev 23:6καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
Lev 23:7καὶ ἡμέρα πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
Lev 23:8καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέρας καὶ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
Lev 23:9καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Lev 23:10εἰπὸν τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς καὶ οἴσετε δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα
Lev 23:11καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ἱερεύς
Lev 23:12καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ἂν φέρητε τὸ δράγμα πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ κυρίῳ
Lev 23:13καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ θυσία τῷ κυρίῳ ὀσμὴ εὐωδίας κυρίῳ καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν οἴνου
Lev 23:14καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ θεῷ ὑμῶν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν
Lev 23:15καὶ ἀριθμήσετε ὑμεῖς ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος ἑπτὰ ἑβδομάδας ὁλοκλήρους
Lev 23:16ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ
Lev 23:17ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα δύο ἄρτους ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τῷ κυρίῳ
Lev 23:18καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ
Lev 23:19καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος
Lev 23:20καὶ ἐπιθήσει αὐτὰ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τῶν δύο ἀμνῶν ἅγια ἔσονται τῷ κυρίῳ τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται
Lev 23:21καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν
Lev 23:22καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτά ἐγὼ κύριος θεὸς ὑμῶν
Lev 23:23καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Lev 23:24λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις μνημόσυνον σαλπίγγων κλητὴ ἁγία ἔσται ὑμῖν
Lev 23:25πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ
Lev 23:26καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Lev 23:27καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ
Lev 23:28πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν
Lev 23:29πᾶσα ψυχή ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς
Lev 23:30καὶ πᾶσα ψυχή ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἀπολεῖται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
Lev 23:31πᾶν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν
Lev 23:32σάββατα σαββάτων ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν
Lev 23:33καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Lev 23:34λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ
Lev 23:35καὶ ἡμέρα πρώτη κλητὴ ἁγία πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
Lev 23:36ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ καὶ ἡμέρα ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἐξόδιόν ἐστιν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
Lev 23:37αὗται αἱ ἑορταὶ κυρίῳ ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ᾽ ἡμέραν εἰς ἡμέραν
Lev 23:38πλὴν τῶν σαββάτων κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν ἂν δῶτε τῷ κυρίῳ
Lev 23:39καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς ἑορτάσετε τῷ κυρίῳ ἑπτὰ ἡμέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις
Lev 23:40καὶ λήμψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας
Lev 23:41τοῦ ἐνιαυτοῦ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν
Lev 23:42ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας πᾶς αὐτόχθων ἐν Ισραηλ κατοικήσει ἐν σκηναῖς
Lev 23:43ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐγὼ κύριος θεὸς ὑμῶν
Lev 23:44καὶ ἐλάλησεν Μωυσῆς τὰς ἑορτὰς κυρίου τοῖς υἱοῖς Ισραηλ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Leviticus Chapter 23 — Additional Translations: