Previous Chapter Full Page Full Page Next Chapter

Λευϊτικό (Leviticus) 10 :: Septuagint (LXX)

Lev 10:1καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾽ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον οὐ προσέταξεν κύριος αὐτοῖς
Lev 10:2καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς καὶ ἀπέθανον ἔναντι κυρίου
Lev 10:3καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων τοῦτό ἐστιν εἶπεν κύριος λέγων ἐν τοῖς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι καὶ κατενύχθη Ααρων
Lev 10:4καὶ ἐκάλεσεν Μωυσῆς τὸν Μισαδαι καὶ τὸν Ελισαφαν υἱοὺς Οζιηλ υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ααρων καὶ εἶπεν αὐτοῖς προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς
Lev 10:5καὶ προσῆλθον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς ὃν τρόπον εἶπεν Μωυσῆς
Lev 10:6καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμῶν πᾶς οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου
Lev 10:7καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐφ᾽ ὑμῖν καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ
Lev 10:8καὶ ἐλάλησεν κύριος τῷ Ααρων λέγων
Lev 10:9οἶνον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν
Lev 10:10διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν
Lev 10:11καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ
Lev 10:12καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον ἅγια ἁγίων ἐστίν
Lev 10:13καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου οὕτω γὰρ ἐντέταλταί μοι
Lev 10:14καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ σὺ καὶ οἱ υἱοί σου καὶ οἶκός σου μετὰ σοῦ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ισραηλ
Lev 10:15τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
Lev 10:16καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωυσῆς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων
Lev 10:17διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ ὅτι γὰρ ἅγια ἁγίων ἐστίν τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι κυρίου
Lev 10:18οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ ὃν τρόπον μοι συνέταξεν κύριος
Lev 10:19καὶ ἐλάλησεν Ααρων πρὸς Μωυσῆν λέγων εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου καὶ συμβέβηκέν μοι ταῦτα καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον μὴ ἀρεστὸν ἔσται κυρίῳ
Lev 10:20καὶ ἤκουσεν Μωυσῆς καὶ ἤρεσεν αὐτῷ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Leviticus Chapter 10 — Additional Translations: